TLG 1752 003 :: XENAGORAS :: Fragmenta XENAGORAS Geogr.
Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 526–528.
Citation: Fragment — (line) | ||
t1-7 | ΧΡΟΝΙΚΑ. | |
1(t) | E LIBRO PRIMO. | |
1 | Schol. Apoll. Rhod. IV, 262: πάντων ἀρχαιοτάτους Αἰγυπτίους φασί· καὶ ἐν Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας. Καὶ Νικάνωρ δὲ τούτοις συμφωνεῖ, καὶ Ἀρχέμαχος ἐν | |
---|---|---|
5 | ταῖς Μετωνυμίαις καὶ Ξεναγόρας ἐν πρώτῳ Χρόνων. | |
2 | Schol. Apoll. Rh. IV, 264: Τινὲς δέ φασιν Ἐν‐ δυμίωνα εὑρηκέναι τὰς περιόδους καὶ τοὺς ἀριθμοὺς τῆς σελήνης. Ὅθεν καὶ προσελήνους τοὺς Ἀρκάδας κληθῆ‐ ναι· Ἀρκὰς γὰρ ὁ Ἐνδυμίων. Ἔνιοι δὲ ὑπὸ τοῦ Τυφῶ‐ | |
5 | νος. Ὑπὸ δὲ Ἄτλαντος Ξεναγόρας εἴρηκεν. | |
3(t) | E LIBRO TERTIO. | |
1 | Macrobius Sat. V, 19: | |
Sed et Xenagoras in tertia historia sua de loci divinatione ita scribit: Καὶ οἱ Σικελοὶ, τῆς γῆς ἀφορούσης, ἔθυσαν Πεδιοκράτει τινὶ ἥρωι, καὶ μετὰ τὴν | 526 | |
5 | ἐπάνοδον τῆς εὐφορίας πολλοῖς δώροις τὸν βωμὸν τῶν Παλικῶν ἐνέπλησαν. | |
4(t) | E LIBRO QUARTO. | |
1 | Harpocratio: Κραυαλλίδαι· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας | |
5 | χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δʹ Χρόνων ἱστορεῖ. | |
t5-7 | E LIBRIS INCERTIS. | |
5 | Steph. Byz.: Ἀκόντιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. Ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. | |
6 | Dionys. Hal. A. R. I, 72.: Ξεναγό‐ ρας δὲ ὁ συγγραφεὺς, Ὀδυσσέως καὶ Κίρκης υἱοὺς γε‐ νέσθαι τρεῖς, Ῥῶμον, Ἀντίαν, Ἀρδέαν· οἰκίσαντας δὲ τρεῖς πόλεις, ἀφ’ ἑαυτῶν θέσθαι τοῖς κτίσμασι τὰς ὀνο‐ | |
5 | μασίας. | |
7 | Plinius Hist. Nat. VII, 31, 57: Sex ordinum (naves) Xenagoras Syracusios (primos construxisse auctor est). | |
t8-13 | ΠΕΡΙ ΝΗΣΩΝ. | |
8 | Etym. M.: Σφήκεια, ἡ Κύπρος· πρό‐ τερον γὰρ Σφήκεια ἐκαλεῖτο, ὥς φησι Στέφανος (scr. Φιλοστέφανος) ἐν τῷ Περὶ Κύπρου, ἀπὸ τῶν ἐνοικη‐ σάντων ἐκεῖσε ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Ἐκαλεῖτο | |
5 | δὲ καὶ Κεραστία, ὡς Μένανδρος ἐν τῷ Περὶ Κύπρου λέγει, διὰ τὸ ἐνοικῆσαι αὐτῇ ἄνδρας, οἳ εἶχον κέρατα· ὡς δ’ ὁ Ξεναγόρας ἐν τῷ Περὶ νήσων, διὰ τὸ ἔχειν πολ‐ λὰς ἐνοχὰς (scr. ἐξοχὰς), ἃς κέρατα καλοῦσι, Κερα‐ στία ὠνομάσθη. | |
9 | Plinius V, 31, 35: (Cyprum) vocatam antea Acamantida, Philonides: Cerastin Xenagoras, et Aspeliam et Amathusiam et Macariam: Astynomus Crypton et Coliniam. | |
10a | Harpocratio: Χύτροι ... Πόλις ἐστὶν ἐν Κύπρῳ οὕ‐ τω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. | |
10b | Steph. Byz.: Χυτροὶ, Κύπρου πόλις, ἣν ὠνομά‐ σθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλέδρου τοῦ Ἀκάμαντος. | |
11 | Steph. Byz.: Καρπασία, πόλις Κύπρου ... Ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. | |
12 | Schol. Apollon. Rh. I, 624: Σίκινος δέ ἐστι νῆσός τις πρὸ τῆς Εὐβοίας, τὸ πρότερον Οἰνοίη καλουμένη, διὰ τὸ εἶναι αὐτὴν ἀμπελόφυτον. Μνημονεύει δὲ τῆς μετονομασίας Ξεναγόρας, λέγων ὅτι μετωνομάσθη ἀπὸ | 527 |
5 | Σικίνου υἱοῦ Θόαντος καὶ Νηίδος νύμφης. | |
13a | Schol. ad Lucian. Alex. c.: [ὑπὲρ τοὺς Κέρκωπας] Οὗτοι ἐν Βοιωτίᾳ διέτριβον Οἰχαλιεῖς ὄντες γένος, Σίλλος καὶ Τριβαλλὸς ὀνομαζόμενοι, ἐπίορκοι καὶ ἀργοί ..... | |
5 | Ἀπελιθώθησαν δὲ οὗτοι, ὡς Φερεκύδης φησί. Ξεναγόρας δὲ εἰς πιθήκους διὰ κακοήθειαν μεταβαλεῖν φησιν ἐν τῷ Περὶ νήσων. | |
13b | Harpocration: Κέρκωψ· Αἰσχίνης ἐν τῷ Περὶ τῆς πρεσβείας. Ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦ‐ σται οἱ Κέρκωπες. Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς | |
5 | μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ’ αὐ‐ τῶν κληθῆναι. Αἰσχίνης δὲ ὁ Σαρδιανὸς ἐν τοῖς Ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀναγράφει, Ἀνδοῦλον | |
καὶ Ἄτλαντον. | 528 |